Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 7.113 | Joseph. AJ 7.116 (English) | >>Joseph. AJ 7.121 |
7.115τοῦ δὲ παιδὸς προσκυνήσαντος ἐπί τε τοῖς λόγοις καὶ ταῖς δωρεαῖς , καλέσας τὸν Σιβὰν τὸν πατρῷον οἶκον ἔλεγε δεδωρῆσθαι τῷ παιδὶ καὶ πᾶσαν τὴν Σαούλου κτῆσιν , αὐτόν τε ἐκέλευσεν ἐργαζόμενον αὐτοῦ τὴν γῆν καὶ προνοούμενον ἁπάντων τὴν πρόσοδον εἰς Ἱεροσόλυμα κομίζειν , ἄγειν τε αὐτὸν καθʼ ἑκάστην ἡμέραν ἐπὶ τὴν αὐτοῦ τράπεζαν αὐτὸν Σιβὰν καὶ τοὺς υἱοὺς αὐτοῦ , ἦσαν δʼ οὗτοι πεντεκαίδεκα , καὶ τοὺς οἰκέτας αὐτοῦ τὸν ἀριθμὸν ὄντας εἴκοσι τῷ παιδὶ χαρίζεται Μεμφιβόσθῳ .
7.116ταῦτα διαταξαμένου τοῦ βασιλέως ὁ μὲν Σιβὰς προσκυνήσας καὶ πάντα ποιήσειν εἰπὼν ἀνεχώρησεν , ὁ δὲ Ἰωνάθου παῖς ἐν Ἱεροσολύμοις κατῴκει συνεστιώμενος τῷ βασιλεῖ καὶ πάσης ὡς υἱὸς αὐτοῦ θεραπείας τυγχάνων · ἐγένετο δʼ αὐτῷ καὶ παῖς , ὃν Μίχανον προσηγόρευσε .
7.117
οἱ δὲ τῶν Ἀμμανιτῶν ἄρχοντες κακοήθως ἀλλʼ οὐ κατὰ τὸν Δαυίδου τρόπον ταῦτʼ ἐδέξαντο , καὶ παρώτρυναν τὸν βασιλέα λέγοντες κατασκόπους πεπομφέναι τῆς χώρας Δαυίδην καὶ τῆς αὑτῶν δυνάμεως ἐπὶ προφάσει φιλανθρωπίας , φυλάττεσθαί τε συνεβούλευον καὶ μὴ προσέχειν τοῖς λόγοις αὐτοῦ , μὴ καὶ σφαλεὶς ἀπαρηγορήτῳ συμφορᾷ περιπέσῃ .
Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 7.113 | Joseph. AJ 7.116 (English) | >>Joseph. AJ 7.121 |